Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.135.3 | Hdt. 7.136.2 (English) | >>Hdt. 7.138.1 |
7.136.1
ταῦτα μὲν Ὑδάρνεα ἀμείψαντο . ἐνθεῦτεν δὲ ὡς ἀνέβησαν ἐς Σοῦσα καὶ βασιλέι ἐς ὄψιν ἦλθον , πρῶτα μὲν τῶν δορυφόρων κελευόντων καὶ ἀνάγκην σφι προσφερόντων προσκυνέειν βασιλέα προσπίπτοντας , οὐκ ἔφασαν ὠθεόμενοι ὑπʼ αὐτῶν ἐπὶ κεφαλὴν ποιήσειν ταῦτα οὐδαμά · οὔτε γὰρ σφίσι ἐν νόμῳ εἶναι ἄνθρωπον προσκυνέειν οὔτε κατὰ ταῦτα ἥκειν . ὡς δὲ ἀπεμαχέσαντο τοῦτο , δεύτερά σφι λέγουσι τάδε καὶ λόγου τοιοῦδε ἐχόμενα ·
7.136.2 “ὦ βασιλεῦ Μήδων , ἔπεμψαν ἡμέας Λακεδαιμόνιοι ἀντὶ τῶν ἐν Σπάρτῃ ἀπολομένων κηρύκων ποινὴν ἐκείνων τίσοντας ,” λέγουσι δὲ αὐτοῖσι ταῦτα Ξέρξης ὑπὸ μεγαλοφροσύνης οὐκ ἔφη ὅμοιος ἔσεσθαι Λακεδαιμονίοισι · κείνους μὲν γὰρ συγχέαι τὰ πάντων ἀνθρώπων νόμιμα ἀποκτείναντας κήρυκας , αὐτὸς δὲ τὰ ἐκείνοισι ἐπιπλήσσει ταῦτα οὐ ποιήσειν , οὐδὲ ἀνταποκτείνας ἐκείνους ἀπολύσειν Λακεδαιμονίους τῆς αἰτίης .
ch. 137
7.137.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.135.3 | Hdt. 7.136.2 (English) | >>Hdt. 7.138.1 |